Παραπολιτικά Τελευταία Νέα

Οι ευχές του αντιδημάρχου Ξάνθης Μανώλη Φανουράκη με ένα βίντεο…Ἁγνὴ Παρθένε Δέσποινα, Ἄχραντε Θεοτόκε

Ἁγνὴ Παρθένε Δέσποινα, Ἄχραντε Θεοτόκε,
Χαῖρε Νύμφη Ἀνύμφευτε,
Παρθένε Μήτηρ Ἄνασσα, Πανένδροσέ τε πόκε,
Ὑψηλοτέρα οὐρανῶν, ἀκτίνων λαμπροτέρα,
Χαρὰ Παρθενικῶν Χορῶν, Ἀγγέλων ὑπερτέρα,
Ἐκλαμπροτέρα οὐρανῶν, φωτὸς καθαρωτέρα,
Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιωτέρα,
Μαρία Ἀειπάρθενε, Κόσμου παντὸς Κυρία,
Ἄχραντε Νύμφη πάναγνε, Δέσποινα Παναγία,
Μαρία Νύμφη Ἄνασσα, χαρᾶς ἡμῶν αἰτία,
Κόρη σεμνὴ Βασίλισσα, Μήτηρ ὑπεραγία,
Τιμιωτέρα Χερουβείμ, ὑπερενδοξοτέρα,
Τῶν ἀσωμάτων Σεραφείμ, τῶν Θρόνων ὑπερτέρα,
Χαῖρε τὸ ᾆσμα Χερουβείμ, χαῖρε ὕμνος Ἀγγέλων,
Χαῖρε ᾠδὴ τῶν Σεραφείμ, χαρὰ τῶν Ἀρχαγγέλων,
Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας,
Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθασίας,
Χαῖρε Παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας,
Χαῖρε τὸ ξύλον τῆς ζωῆς, Πηγὴ ἀθανασίας,
Σὲ ἱκετεύω Δέσποινα, Σὲ νῦν ἐπικαλοῦμαι,
Σὲ δυσωπῶ Παντάνασσα, Σὴν χάριν ἑξαιτοῦμαι,
Κορὴ σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία,
ἐπάκουσόν μου ἄχραντε, κόσμου παντὸς Κυρία,
Ἀντιλαβοῦ μου ρύσαι με, ἀπὸ τοῦ πολεμίου,
Καὶ κληρονόμον δεῖξον με, ζωῆς τῆς αἰωνίου,
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Θεοτοκάριον Αγίου Νεκταρίου,
«Αγνή Παρθένε Δέσποινα»
Χρόνια Πολλά σε όλους…

loading...

Σχετικά Άρθρα